TLG 2339 002 :: MAEANDRIUS :: Fragmenta

MAEANDRIUS Hist.
(Milesius: a. 3 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 334–338.

Frr. 1–12

Citation: Fragment — (line)

t1-11

ΜΙΛΗΣΙΑΚΑ.

1

(t)

E LIBRO SECUNDO.
1 Schol. Aristoph. Pac. 363 ad verba [οὐδὲν πονη‐ ρὸν, ἀλλ’ ὅπερ καὶ Κιλλικῶν]: Οὐκ οἶδ’ ὅπως φησὶν οὐδὲν πονηρὸν ποιεῖν ταῦτα πράττειν εἶναι ὅπερ καὶ Κιλλικῶν· ὁ γάρ τοι Κιλλικῶν ἐπὶ πονηρίᾳ διαβόητός
5ἐστι. Φασὶ γὰρ αὐτὸν οἱ μὲν Σάμον ἢ Μίλητον προ‐ δοῦναι Πριηνεῦσι. Θεόπομπος
δὲ ἐν τῷ ιγʹ τῶν Ἱστοριῶν τῶν ἑαυτοῦ Σύρον φησὶν αὐτὸν τὴν νῆσον προδεδωκέναι Σαμίοις. Πυνθανομέ‐ νων δὲ πολλάκις αὐτοῦ τινῶν τί μέλλοι ποιεῖν, ἔλεγε334
10Πάντα ἀγαθά. Πάντα οὖν ἀγαθά φησι ποιεῖν, ὡς ἔφη καὶ Κιλλικῶν. Τῆς δὲ προδοσίας τοιαύτην ὑποσχεῖν τιμωρίαν. Θεαγένην τινὰ ἄνδρα Σύριον, τῆς νήσου τῆς ὑπὸ τοῦ Κιλλικῶντος προδοθείσης πολίτην, πρὸ πολλοῦ μετοικήσαντα εἰς τὴν Σάμον κρεοπωλεῖν καὶ οὕτως
15ἀπάγειν τὸν ἑαυτοῦ βίον. Ἀγανακτήσαντα δὴ ἐπὶ τῇ προδοσίᾳ τῆς πατρίδος, ἐπιστάντος τοῦ Κιλλικῶντος ὠνήσασθαι παρ’ αὐτοῦ κρέας, δοῦναι κρατεῖν αὐτῷ, ἵνα ἀποκόψῃ τὸ περιττόν. Τοῦ δὲ πεισθέντος καὶ κρα‐ τοῦντος, τοῦ Κιλλικῶντος, προφάσει τοῦ πλεονάζον
20ἀποκόψαι τὸ κρέας, ἐπανατεινάμενον τὴν κοπίδα κό‐ ψαι τὴν χεῖρα τοῦ Κιλλικῶντος, καὶ εἰπεῖν ὡς ταύτῃ τῇ χειρὶ ἑτέραν οὐ προδώσεις πόλιν. Μέμνηται δὲ Καλλίμαχος· «Μὴ σύ γε, Θειόγενες, κόψῃς χέρα Κιλλικόωντος.» Ἱστορεῖ δὲ καὶ Λέανδρος ἐν δευ‐
25τέρῳ Μιλησιακῶν προδοῦναι Μίλητον, καὶ ὅτε ἀνέῳξε τὰς πύλας, τῶν πολεμίων (?) πυνθανομένου τινὸς ὅ τι τοῦτο ἐποίησεν, ἀποκρίνασθαι ἀγαθὰ Κιλλικῶν.

1a

De eodem homine adduntur haec: Ἀπολλώνιος δὲ ὄνομα μὲν αὐτῷ φησὶν εἶναι Ἀχαιὸν παρωνύμως Κιλλικῶντα, τὸ γένος Μιλήσιον. Οὗτός ἐστιν ὁ προδοὺς Μίλητον Πριηνεῦσιν. Ἄλλως. Οὗτος Ἀχαιὸς ἐκαλεῖτο,
5Μέροπος υἱὸς, Μιλήσιος γένος, προδοὺς τὴν πατρίδα τοῖς Πριηνεῦσι. Κιλλικῶν δὲ ἐκλήθη ἀπὸ Κιλίσσης τρο‐ φοῦ. Ἄλλως. ὅτι πονηρός· ἄδηλον δὲ πότερον κύριον ὄνομα ἢ ἐπώνυμον. Ἀμμώνιος δὲ ὄνομα ἀναγράφει, καί φησιν ὅτι Λάκων καὶ Κιλλικῶν ἐκαλεῖτο, ὃς προδέ‐
10δωκε Σάμον· οἱ δὲ Μίλητον.

2

Clemens Alex. Strom. I: Θαλῆς, ὡς Λέανδρος καὶ Ἡρόδοτος (I, 170) ἱστοροῦσι, Φοῖνιξ ἦν, ὡς δέ τινες ὑπειλήφασι Μιλήσιος.

3

Diogenes L. I, 27 de Thalete: Συνεβίω δὲ καὶ Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ, καθά φησι Μινύης. Τὰ δὲ περὶ τὸν τρίποδα φα‐ νερὰ, τὸν εὑρεθέντα ὑπὸ τῶν ἁλιέων καὶ διαπεμφθέντα
5τοῖς σοφοῖς ὑπὸ τοῦ δήμου τῶν Μιλησίων. Φασὶ γὰρ Ἰωνικούς τινας νεανίσκους βόλον ἀγοράσαι παρὰ Μιλη‐ σίων ἁλιέων. Ἀνασπασθέντος δὲ τοῦ τρίποδος ἀμφισβή‐ τησις ἦν, ἕως οἱ Μιλήσιοι ἔπεμψαν εἰς Δελφούς· καὶ ὁ θεὸς ἔχρησεν οὕτως·
10 Ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς; ὃς σοφίῃ πάντων πρῶτος, τούτου τρίποδ’ αὐδῶ. Διδόασιν οὖν Θαλῇ· ὁ δὲ ἄλλῳ καὶ ἄλλος ἄλλῳ ἕως Σόλωνος· ὁ δὲ ἔφη σοφίᾳ, πρῶτον εἶναι τὸν θεὸν καὶ ἀπέστειλεν εἰς Δελφούς. Ταῦτα δὲ Καλλίμαχος ἐν τοῖς
15ἰάμβοις ἄλλως ἱστορεῖ, παρὰ Λεανδρίου λαβὼν τοῦ Μιλησίου. Βαθυκλέα γάρ τινα Ἀρκάδα φιάλην κατα‐ λιπεῖν καὶ ἐπισκῆψαι δοῦναι τῶν σοφῶν τῷ ὀνηΐστῳ.
Ἐδόθη δὴ Θαλῇ καὶ μετὰ περίοδον πάλιν Θαλῇ· ὁ δὲ τῷ Διδυμαίῳ Ἀπόλλωνι ἀπέστειλεν, εἰπὼν οὕτω κατὰ335
20τὸν Καλλίμαχον· Θαλῆς με τῷ μεδεῦντι Νειλέω δήμου δίδωσι, τοῦτο δὶς λαβὼν ἀριστεῖον. Τὸ δὲ πεζὸν οὕτως ἔχει· «Θαλῆς Ἐξαμίου Μιλήσιος Ἀπόλλωνι Διδυμαίῳ Ἑλλήνων ἀριστεῖον δὶς λαβών.»
25Ὁ δὲ περιενεγκὼν τὴν φιάλην τοῦ Βαθυκλέους παῖς Θυρίων ἐκαλεῖτο, καθά φησιν Ἔλευσις ἐν τῷ Περὶ Ἀχιλλέως καὶ Ἀλέξανδρος ὁ Μύνδιος ἐν ἐνάτῳ Μυθικῶν.

4

Idem I, 41: Στασιάζεται δὲ καὶ περὶ τοῦ ἀριθμοῦ αὐτῶν (sc. τῶν σοφῶν). Λεάνδριος μὲν γὰρ ἀντὶ Κλεο‐ βούλου καὶ Μύσωνος Λεώφαντον Γορσιάδα, Λεβέδιον ἢ Ἐφέσιον, ἐγκρίνει, καὶ Ἐπιμενίδην τὸν Κρῆτα.

5

Clemens Al. Protr. 3.: Λεάνδριος δὲ Κλέαρχον ἐν Μιλήτῳ τετάφθαι ἐν τῷ Διδυμαίῳ φησίν.

6

Macrob. I, 17: Meandrius scribit Milesios Ἀπόλλωνι οὐλίῳ pro salute sua immolare.

7

Titulus Inscr. II: .... Σάμον αρεδ....α· τὸν δὲ καὶ καθ’ ὃ[ν] καιρὸν .... ἐπιστολὰς ὑπὸ Ἀγησάρχου, ἐν αἷς ὑπὲρ μὲν [ἰδιωτικῶν ἀμφισβασιῶν ἐλέγετο, ὑπὲρ δὲ τὰς περὶ Δρυοῦσαν]
5καὶ τὰς περὶ τὸ Κάριον χώρας οὐθεὶς ἀμφεσβάτει· [νῦν δὲ Σαμίους ἐλθεῖν ἐπὶ κρίσιν καὶ ἀφορισμὸν?] τὸν Ῥοδίων, ἐγκαλοῦντας ὅτι χώρας τε πλῆθο[ς ἔχοιεν Πριανεῖς Σαμίων ὂν καὶ ἐν τούτῳ τὸ] Κάριον, ὑπὲρ οὗ νῦν διακρίνεσθαι. Οἱ δὲ Σάμιοι τά τε [περὶ τᾶς ὑπὲρ
10τούτων κλαρώσιος ἔλεγον?] καθὰ καὶ ἐπὶ τᾶς κρίσιος τᾶς ὑπὲρ τοῦ Βατινήτου ἀπο[φανθῆναι αὐτοῖς παρεδεί‐ κνυον, ὅτι] τὸ Κάριον καὶ ἁ περὶ τοῦτο χώρα αὐτοῖς ἐπικ[λαρωθείη· καὶ γὰρ] αὐτῶν [Πριαν]έων [διακλα‐ ρούντων? τὰν] χώραν λαχεῖν αὐτοὶ Κάριον καὶ Δρυοῦ‐
15σαν κ[ατὰ τὰ ἐν ταῖς συγ]γραφομένα[ι]ς Μαιανδρίου τοῦ Μ[ι]λησίου ἱστορίαις κατακεχωρισμένα, διότι λά‐ χοι[εν Κάριον καὶ Δρυ]οῦσαν· μετά τε τὰν παράτα[ξ]ιν τὰν γενομέναν αὐτοῖς ποτὶ Πριανεῖς ἐπὶ Δρυῒ καὶ [πᾶσα]ν ταύταν τὰν χώραν ἐν ταῖς συνθήκαις αὐτῶν
20γενέσθαι· ὁρίξασθαι γὰρ ποτ’ αὐτούς· ὡς ὑ[φαγ]έοντο ἱστοριογράφους τοὺς μαρτυροῦντας [Σαμίοι]ς, ὅτι μὲν τὸ Κάριον ἔλαχον, Μετα[γέ]ν[ε]α(?) Πάριον, ὅτι δ[ὲ ὡ]ρί[ξ]αντο ποτὶ [τ]οὺς Πριανε[ῖς], ....ων[α] Ῥόδιον· ἀγῶνά τε καὶ Ὀλυμπικὸν ...λοκριν.....ωλε Κάριον
25ες.....ν αὐτῶν κατὰ ....336

8

Stephan. Byz.: Ὕδη, πόλις Λυδίας, ἐν ᾗ ᾤκει Ὀμφάλη ... Λέανδρος δὲ, ὃν Νικάνωρ παρατίθησι ἐν Μετονομασίαις, τὴν αὐτὴν Ὕδην καὶ Σάρδεις φησίν.

9

Strabo XII: Μαιάνδριος γοῦν ἐκ τῶν Λευκοσύρων φησὶ τοὺς Ἐνετοὺς ὁρμηθέντας συμμαχῆσαι τοῖς Τρωσίν· ἐκεῖθεν δὲ μετὰ τῶν Θρᾳκῶν ἀπᾶραι, καὶ οἰκῆσαι περὶ τὸν τοῦ Ἀδρίου μυχόν· τοὺς δὲ μὴ μετα‐
5σχόντας τῆς στρατείας Ἐνετοὺς, Καππάδοκας γενέσθαι.

10

Schol. Apoll. Rh. II, 706: Οἱ μὲν ὁ Δελφύνης κλίνουσι ἀρσενικῶς, οἱ δὲ ἡ Δελφύνη θηλυκῶς. Ὅτι Δελφύνης ἐκαλεῖτο ὁ φυλάσσων τὸ ἐν Δελφοῖς χρηστή‐ ριον, Λέανδρος καὶ Καλλίμαχος εἶπεν· δράκαιναν δὲ
5αὐτήν φησιν εἶναι θηλυκῶς καλουμένην Δελφύνην αὐτὸς ὁ Καλλίμαχος. —Τὴν δὲ ἀναιρεθεῖσαν [ἐν τῷ χρηστηρίῳ τῶν Δελφῶν] δράκαιναν [ὑπὸ Ἀπόλ‐ λωνος] Δελφύνην καλεῖσθαι θηλυκῶς φησὶ Λέανδρος καὶ Καλλίμαχος.

11

Etym. M.: Ἦλις, ἡ πόλις, ἤτοι, ὡς Λέανδρος, διὰ τὸ τοὺς ἐκ τοῦ κατακλυσμοῦ περισω‐ θέντας ἐν αὐτῇ ἁλισθῆναι, ὅ ἐστιν ἀθροισθῆναι· ἢ διὰ τὸ κατὰ κώμας οἰκοῦντας ὕστερον εἰς μίαν πόλιν ἁλι‐
5σθῆναι, etc.

t12

ΠΑΡΑΓΓΕΛΜΑ.

12

Athenaeus X: Κύω γὰρ, ὧ γυναῖκες. Ἀλλ’ αἰδοῖ, φίλαι, ἐν γράμμασι σφῷν τοὔνομ’ ἐξερῶ βρέφους. Ὀρθὴ μακρὰ γραμμή ’στιν· ἐκ ταύτης μέσης
5μικρὰ παρεστῶς’ ἑκατέρωθεν ὑπτία·
ἔπειτα κύκλος, πόδας ἔχων βραχεῖς δύο. addit: Ὅθεν ὕστερον, ὡς ὑπονοήσειέ τις, Μαιάνδριος μὲν ὁ συγγραφεὺς, μικρὸν διὰ τῆς ἑρμηνείας τῇ μιμήσει παρεγκλίνας, συνέγραψεν ἐν τῷ Παραγ‐337
10γέλματι φορτικώτερον τοῦ ῥηθέντος.338